Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.99 Joseph. AJ 5.104 (English) >>Joseph. AJ 5.108

5.102οὐ γὰρ ἐδόκει τὴν συγγένειαν αὐτοὺς λογίζεσθαι καὶ τὸ ἀξίωμα τῶν τὴν αἰτίαν εἰληφότων, ἀλλὰ τὸ τοῦ θεοῦ βουλητὸν καὶ τρόπῳ τιμώμενος χαίρει. 5.103καὶ οἱ μὲν ἐστράτευσαν ὑπʼ ὀργῆς, ἐπέσχε δʼ αὐτοὺς Ἰησοῦς καὶ ἀρχιερεὺς Ἐλεάζαρος καὶ γερουσία λόγοις συμβουλεύοντες ἀπόπειραν αὐτῶν τῆς γνώμης λαβεῖν πρῶτον, ἔπειτʼ ἂν κακοήθη μάθωσι τὴν διάνοιαν αὐτῶν τότε τοῖς. ὅπλοις χωρεῖν ἐπʼ αὐτούς. 5.104πέμπουσιν οὖν πρεσβευτὰς πρὸς αὐτοὺς Φινεέσην τὸν υἱὸν Ἐλεαζάρου καὶ δέκα σὺν αὐτῷ τῶν ἐν τιμῇ παρὰ τοῖς Ἑβραίοις μαθησομένους, τί καὶ φρονήσαντες τὸν βωμὸν ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ διαβάντες ἔστησαν. 5.105ὡς δὲ περαιωσαμένων καὶ πρὸς αὐτοὺς ἀφικομένων ἐκκλησία συνελέγη, στὰς Φινεέσης μείζω μὲν αὐτοὺς ἁμαρτεῖν ἔλεγεν, ὥστε λόγοις ἐπιτιμηθέντας νενουθετῆσθαι πρὸς τὰ μέλλοντα πλὴν οὐ πρὸς τὸ μέγεθος τῆς παρανομίας ἀπιδόντας εὐθὺς ἐφʼ ὅπλα καὶ τὴν ἐκ χειρῶν τιμωρίαν ὁρμῆσαι, πρὸς δὲ τὸ συγγενὲς καὶ τὸ τάχα καὶ λόγοις ἂν σωφρονῆσαι σκοπήσαντας οὕτω ποιήσασθαι τὴν πρεσβείαν, 5.106ἵνα τὴν αἰτίαν μαθόντες ὑφʼ ἧς προήχθητε τὸν βωμὸν κατασκευάσαι μήτε προπετεῖς δοκῶμεν ὅπλοις μετιόντες ὑμᾶς κατὰ λογισμὸν ὅσιον ποιησαμένους τὸν βωμόν, κατι δικαίως ἀμυνώμεθα τῆς διαβολῆς ἐλεγχθείσης ἀληθοῦς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.99 Joseph. AJ 5.104 (English) >>Joseph. AJ 5.108

Powered by PhiloLogic